Ἡ σεβασμία Κοίμησις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Τρίτη, 15 Αὐγούστου
Ἡ σεβασμία Κοίμησις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Περὶ τῆς κοιμήσεως τῆς Θεοτόκου ταῦτα παρέλαβεν ἡ Ἐκκλησία ἐξ ἀρχαίας τῶν πατέρων παραδόσεως. Ὅτι, πλησιάσαντος τοῦ καιροῦ, καθ’ ὅν ὁ Σωτὴρ ἡμῶν εὐδόκησεν ἵνα παραλάβῃ πρὸς ἑαυτὸν τὴν ἑαυτοῦ μητέρα, ἐμήνυσεν αὐτῇ δι’ ἀγγέλου, πρὸ τριῶν ἡμερῶν, τὴν ἀπὸ τῆς προσκαίρου ζωῆς μετάβασιν αὐτῆς εἰς τὴν αἰώνιον καὶ μακαρίαν. Ἡ δὲ τοῦτο ἀκούσασα ἀνέβη μετὰ σπουδῆς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ὅπου συνεχῶς ἀπερχομένη προσηύχετο∙ καὶ εὐχαριστήσασα τῷ Θεῷ ὑπέστρεψεν εἰς την οἰκίαν, καὶ ἡτοίμαζε τὰ πρὸς ἐνταφιασμόν. Ἐνῶ ταῦτα ἐγίνοντο, νεφέλαι ἁρπάσασαι τοὺς ἀποστόλους ἐκ τῶν περάτων τῆς γῆς, ἔνθα ἔτυχεν ἕκαστος κηρύττων, παρέστησαν αὐτοὺς διὰ μιᾶς εἰς τὴν οἰκίαν τῆς Θεομήτορος∙ ἥτις, τὴν αἰτίαν τῆς αἰφνιδίας αὐτῶν συνδρομῆς δηλοποιήσασα, καὶ τὴν θλῖψιν αὐτῶν, ὡς εἰκός, μητρικῶς παραμυθησαμένη, ὕψωσεν ἔπειτα τὰς χεῖρας εἰς οὐρανόν, ἐδεήθη ὑπὲρ τῆς τοῦ κόσμου εἰρήνης, εὐλόγησε τοὺς ἀποστόλους∙ εἷτα ἐπὶ τῆς κλίνης ἀναπεσοῦσα καὶ τὸ σῶμα αὐτῆς σχηματίσασα ὡς αὐτὴ ἠβουλήθη, οὕτω τὴν παναγίαν αὐτῆς ψυχὴν παρέθετο εἰς χεῖρας τοῦ ἐαυτῆς Υἱοῦ καὶ Θεοῦ.
Οἱ δὲ ἀπόστολοι, ἄραντες μετ’ εὐλαβείας καὶ λαμπαδοφορίας πολλῆς τοῦ θεοδόχου ἐκείνου σώματος τὴν κλίνην καὶ ὕμνους ἑπιταφίους ψάλλοντες, ἐκόμιζον ἐπὶ τὸ μνῆμα, ὅτε καὶ ἄγγελοι συνέψαλλον οὐρανόθεν, προπέμποντες τὴν ἀνωτέραν τῶν Χερουβίμ. Εἷς δὲ τῶν Ἰουδαίων, φθόνῳ κινηθεὶς καὶ αὐθαδῶς ἐπὶ τὴν κλίνην τὰς χεῖρας ἁπλώσας, ἔλαβεν ἀμέσως τῆς αὐθαδείας αὐτοῦ τὰ ἐπίχειρα παρὰ τῆς θείας δίκης, κοπεὶς τὰς τολμηρὰς ταύτας χεῖρας ἀοράτῳ πληγῇ. Φθάσαντες δὲ εἰς χωρίον καλούμενον Γεθσημανῆ, ἔθαψαν ἐκεῖ ἐντίμως τὸ πανάχραντον καὶ ζωαρχικὸν τῆς Θεοτόκου σῶμα. Ἀλλὰ τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ταφήν, ὅτε, παραμύθιαν ὁμοθυμαδὸν ποιούμενοι, ἀνύψουν κατὰ τὸ σύνηθες, τὸν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ κείμενον ἀρτον, ἐπιφαίνεται ἡ Θεοτόκος ἐν τῷ ἀέρι, λέγουσα αὐτοῖς τὸ, Χαίρετε, ἐξ ᾧν ἐπέγνωσαν τὴν εἰς οὐρανοὺς ἔνσωμον μετάστασιν τῆς Θεοτόκου.
Ταῦτα παραλαβοῦσα ἡ Ἐκκλησία ἐκ παραδόσεων πατρικῶν καὶ πολλὰ ἐξ αὐτῶν ᾀσματογραφήσασα, ὡς ὑπόθεσιν εὐλαβείας, ψάλλει κατὰ τὴν σήμερον εἰς δόξαν τῆς μητρὸς τοῦ Θεοῦ ἡμῶν.
Ἧς ταῖς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
