Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2023

Ἡ σεβασμία Κοίμησις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Εικόνα
Τρίτη, 15 Αὐγούστου Ἡ σεβασμία Κοίμησις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.   Περὶ τῆς κοιμήσεως τῆς Θεοτόκου ταῦτα παρέλαβεν ἡ Ἐκκλησία ἐξ ἀρχαίας τῶν πατέρων παραδόσεως. Ὅτι, πλησιάσαντος τοῦ καιροῦ, καθ’ ὅν ὁ Σωτὴρ ἡμῶν εὐδόκησεν ἵνα παραλάβῃ πρὸς ἑαυτὸν τὴν ἑαυτοῦ μητέρα, ἐμήνυσεν αὐτῇ δι’ ἀγγέλου, πρὸ τριῶν ἡμερῶν, τὴν ἀπὸ τῆς προσκαίρου ζωῆς μετάβασιν αὐτῆς εἰς τὴν αἰώνιον καὶ μακαρίαν. Ἡ δὲ τοῦτο ἀκούσασα ἀνέβη μετὰ σπουδῆς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ὅπου συνεχῶς ἀπερχομένη προσηύχετο∙ καὶ εὐχαριστήσασα τῷ Θεῷ ὑπέστρεψεν εἰς την οἰκίαν, καὶ ἡτοίμαζε τὰ πρὸς ἐνταφιασμόν. Ἐνῶ ταῦτα ἐγίνοντο, νεφέλαι ἁρπάσασαι τοὺς ἀποστόλους ἐκ τῶν περάτων τῆς γῆς, ἔνθα ἔτυχεν ἕκαστος κηρύττων, παρέστησαν αὐτοὺς διὰ μιᾶς εἰς τὴν οἰκίαν τῆς Θεομήτορος∙ ἥτις, τὴν αἰτίαν τῆς αἰφνιδίας αὐτῶν συνδρομῆς δηλοποιήσασα, καὶ τὴν θλῖψιν αὐτῶν, ὡς εἰκός, μητρικῶς παραμυθησαμένη, ὕψωσεν ἔπειτα τὰς χεῖρας εἰς οὐρανόν, ἐδεήθη ὑπὲρ τῆς τοῦ κόσμου εἰρήνης, εὐλόγησε τοὺς ἀποστόλους∙...